Ancient Greek · ~2 min
1 to 4
Origen, Selecta in Psalmos [Dub.] 1-95-4
Not analysed yet
Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε, κ. τ. ἑ. Τὸν περὶ Προνοίας καὶ κρίσεως ᾆσαι θέλει λόγον. Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον, κ. τ. ἑ. Χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς καταλαλοῦντας. Πορευόμενος ἐν ὀδῷ ἀμώμῳ, οὖτός μοι ἐλειτούργει, κ. τ. ἑ. Χρηστέον τὸ ῥητὸν πρὸς τοὺς ἱερατικοὺς ὑπηρετουμένους ὑπὸ δούλων πονηροτάτων. Τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως, κ. τ. ἑ. Νῦν πόλιν Κυρίου λέγει τὴν ἑαυτοῦ ψυχὴν, ἐν ᾗ πάντας ἀπέκτεινε λογισμοὺς παρανόμους.