Ancient Greek · ~3 min
1 to 6
Origen, Selecta in Psalmos [Dub.] 1-96-6
Not analysed yet
Ἠγρύπνσηα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματι, κ. τ. ἑ. Οὐδὲν ἄλλο τὸν νοῦν οὕτως ἀπεργάζεται κοῦφον ὡς ἀγρυπνία. Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, παὶ τὸ πόμα χου μετὰ κλαυθμοῦ ἐκίρνων, κ. τ. ἑ. Χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς παρὰ τὸν καιρὸν τοῦ πότου αὐλοῖς καὶ ᾠδαἴς τερπομένους. Κἀγὼ ὡσεὶ χόρτος ἐδηράνβην· σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, κ. τ. ἑ. Ἐγὼ μὲν πρόσ- καιρος καὶ θνητὸς, σὺ δὲ ἀΐδιος καὶ ἀθάνατος. Μὴ ἀναγάγῃς με ἐν ἡμίσει μερῶν μου, κ. τ. ἑ. Τῶν γινομένων ἡμερῶν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς, κ. τ. ἑ. Ἀπολοῦνται οἱ οὐρανοὶ οὐ κατʼ οὐσίαν, ἀλλὰ κατὰ τὸ σχῆμα· «Παράγει γὰρ, φησὶν ὁ Ἀπόστολος, τὸ σχῆμα τοῦ κόσμου τούτου. »