Ancient Greek · ~2 min
10 to 12
Origen, Selecta in Psalmos [Dub.] 10-10-12
Not analysed yet
Τοῦ αὐτοῦ. Οὐκ εἶπεν (87), Ἀνοίξατε τὰς πύμας ὧν ἡγεῖσθε καὶ τυγχάνετε φύλακες, ἀλλʼ ἄρατε·» ὡς γὰρ κατιὼν κλίνας οὐρανοὺς, οὐκ ἀνοίξας κατέβη, τὸν αὐτὸν τρόπον ἀναληφθεὶς, οὐκ ἀνοιχθεισῶν τῶν πυλῶν εἰσῆλθεν, ἀλλʼ αἱρουμένων. Τοῦ αὐτοῦ. Καὶ ἐπάρθητε, πύλαι αἰώνιοι. Ὡς λογικαῖς (88) δὲ ταύταις φησὶ τὸ, «ἐπάρθητε· »πνευματικαὶ δέ εἰσι, καὶ οὐ πρόσκαιροι διὰ τὸ ἄϋλον καὶ ἀκήρατον. Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ, κ. τ. ἑ. «Θαρσεῖτε, »φησὶν (89) ὁ Σωτὴρ, «ἐγὼ νενίκηκα τὸν κόσμον· νῦν ἄρχων τοῦ κόσμου τούτου ἐμβληθήσεται ἔξω. »