Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΚΓ΄.
Origen, Selecta in Psalmos [Dub.] 13-7
Not analysed yet
Κύρος δυνάμεων, αὐτός ἐστι οὖτος ὁ βασιλεὺς τῆς δόξης, κ. τ. ἑ. Δυνάμεων Κύριον (90) αὐτὸν εἶπον ὡς ἄρχοντα στρατοπέδων. Σημειωτέον δὲ, ὅτι οἱ τὰ Ἐβραίων ἠκριβωκότες φασί· Τὴν« Σαβαώθ »φωνὴν ἐν τῷ Ἑβραϊκῷ κειμένην εἰς Ἑλλάδος φωνὴν οἱ Ἑβδομήκοντα μεταλαμβάνοντες, ὁτὲ μὲν τὸ, «Κύριος τῶν δυνάμεων, »ὁτὲ δὲ τὸ, «Κύριος κραταιὸς,» ὁτὲ δὲ τὸ, «παντοκράτωρ,» ἔταξαν. Λέγουσι γοῦν, ὅτι καὶ ἐν τῷ τόπῳ τούτῳ κειμένη τοῦ «Σαβαὼθ »ἡ μετάληψις εἰς τὸ, «Κύριος τῶν δυνάμεων, »γέγονεν. Εἰ δὲ τὸ «Σαβαὼθ ἐπὶ τοῦ Σωτῆρος κεῖται, ἑρμηνεύεται εἰς τὸ «παντοκράτωρ. »Εἰκότως ἡ «παντοκράτωρ »φωνὴ τοῦ Σωτῆρος κατηγορηθείη. Εἰ γὰρ «πάντα διʼ αὐτὸν γέγονε,» καὶ αὐτός ἐστι πρὸ πάντων, ἀκολούθως παντοκράτωρ λέγεται.