Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ ΚΘ΄.
Origen, Selecta in Psalmos [Dub.] 10-13
Not analysed yet
Κύριε, ἐντῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμν. Ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος, κ. τ. ἑ. Ἄλλος δέ φησιν (47)· Καὶ Χριστοῦ καὶ δικαίου ἐστὶ φωνὴ εὐχαριστική. Πρὸς γὰρ τῷ προειρημέιῳ τῆς θεότητος κάλλει, καὶ δυνάμεως τὸ ἀνθρώπινον τοῦ Χριστοῦ, καὶ πᾶς ἄγιος κεκοινώνηκε, καὶ μετέχει δὲ τούτων θελήματι Θεοῦ καὶ τῷ προηγουμένῳ ἑκουσίῳ αὐτοῦ. Ἐὰν δὲ, ὡς ὁ Ἀκύλας ἔγραψεν, «ἐν τῷ ὄρει μου, ὅρος Χριστοῦ τὴν Ἐκκλησίαν αὐτοῦ νοητέον, ὑψηλοτάτην καὶ μετέωρον οὕσαν. Τούτῳ δὲ τῷ δρει κράτος ἀπὸ τοῦ Πατρὸς ἐν τῇ εὐδοκίᾳ αὐτοῦ ἐστι βεβαίως δοθέν. Κρατεῖ δὲ ἡ Ἐκκλησία βασιλεύουσα τῶν λοιπῶν ἐπὶ γῆς καὶ Χριστῷ συμβασιλεύουσα. Εἰ δὲ κατὰ τὸν Σύμμαχον ἦ,« τῷ προπάτορι, »τίς ἂν προπάτωρ λέγοιτο Χριστοῦ,ἢ τοῦ δικαίου ἢ ὁ Ἀβραὰμ, ᾧ δύναται ἑστάσθαι τὸ εράτος τῷ γένει αὐτοῦ καὶ τοῖς ἐνευλογουμένοις αὐτῷ πᾶεαν ἔθνεσι πληρουμένων τῶν θείων εὐαγγελίωι;