Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΚΘ΄.
Origen, Selecta in Psalmos [Dub.] 9-16
Not analysed yet
Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθητίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα,. κ. τ. ἐ. Εἵτε Χριστός φησιιν (46), εἴτε δίκαιος τὸ, «Εἶπα· »εἶτα μετὰ τὴν ἐπὶ τούτῳ στιγμὴν, «ἐν τῇ εὐθηνίᾳ μου οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα· »ἁρμόζει τὸ μὴ σαλεύεσθαι λέγειν ἐν εὐθηνία ὄντα. Τοῦ Σωτῆρος μέντοι, ὡς πολλάκις εἴπομεν, τὸ ἀνθρώπινον τοῦτολέγει. Κατὰ δὲ Σύμμα χον, ἐὰν ᾖ, «ἐν τῇ ἠρεμίᾳ μου, »δύναται τὸ γαληνὸν καὶ ἀτάραχον τῆς τετελειωμένης δηλοῦσθαι ψυχῆς, ἐν ᾗ πᾶς ὁ γενόμενος οὐδαμῶς ἔτι περιφραπήσετσι Ὁ γὰρ εὐθηνῶν πνευματικῶς οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.