Ancient Greek · ~3 min
10 to 13
Origen, Selecta in Psalmos [Dub.] 10-14-13
Not analysed yet
Καὶ ἡ κληρονομία αὐτῶν εἰς αἰῶνα ἔσται, κ. τ. ἑ. Κληρονομία ἐστὶ (36) τῆς λογικῆς φύσεως ἡ γνῶσις ἡ τοῦ Θεοῦ. Οὐ κετοκσχυσνθήσονται ἐν καιρῷ πονηρῷ, κ. τ. ἑ. Καιρὸν πονηρὸν (37) λέγει τὸν τῆς κρίσεως χρόνον. «Καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται. »Ἡμέρας λιμοῦ ὀνεμάζει ἐν αἷς πολλοὶ τῶν ἀκαθάρτων στερίσκονται τοῦ ἄρτου τοῦ εἰπόντος· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἀπὸ τοῦ οὐρανοῦ καταβάς. »Ἀκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον, κ. τ. ἑ. Τυῦτον τὸν καπνὸν (38) ἀποδιώκει ἀπὸ τῶν λογικῶν ξύλων τὸ πῦρ ὃ ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν ὁ Χριστός. Τοῦ αὐτοῦ. Καπνὸς δὲ πυρὸς (39) σβεσθέντος σημεῖον. Καὶ οὗτοι δὲ, ὡς πῦρ καταφλέξαντες, ἀπεσβέσθησαν. Τοιοῦτοι οἱ καθʼ ἡμῶν διαλάμψαντες, ἀπόλλυνται οἱ ἁμαρτωλοὶ, οὐ τῷ ἐξ ὅλου διαλύεσθαι τὴν σύστασιν αὐτῶν, ἀλλὰ τῷ μηκέτι εἶναι ἀμαρτωλούς.