Ancient Greek · ~5 min
1 to 6
Origen, Selecta in Psalmos [Dub.] 1-38-6
Not analysed yet
Ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας, κ. τ. ἑ. Λάκκος ταλαιπωρίας (73) κακία καὶ ἀγνωσία. «Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου. »Πέτρα ἐστὶ πίστις Χριστοῦ. «Καὶ κατεύθυνε τὰ διαβήματά μου·» διὰ τῆς πρακτικῆς καὶ τῶν ἀληθινῶν δογμάτων. Καὶ ἐνέδαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν, κ. τ. ἐ. Μετὰ τὴν ἀπάθειαν (74) ᾄδομεν ᾆσμα καινὸν, ἀνακαινισθέντος τοῦ οἴκου ἡμῶν. Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, κ. τ. ἑ. Τούτους τοὺς στοίχους (75) ἐκ προσώπου τοῦ Σωτῆρος εἰρῆσθαι ἡ πρὸς Ἐβραίους φησὶν Ἐπιστολὴ, καὶ δίδωσιν ἀφορμὴν ὅλον τὸν ψαλμὸν ὡς ἐκ προσώπου αὐτοῦ νοεῖν. Ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας οὐκ ᾔτησας, κ. τ. ἑ. Ὁλοκαυτώματα αἰσθητὰ οὐ ζητεῖ ὁ Θεός (76) «Θυσία γὰρ τῷ Θεῷ πνεῦμα συντετριμμένον.» Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, κ. τ. ἐ. Κεφαλίδα βιβλίου (77) πᾶσαν τὴν νομικὴν λέγει Γραφήν· πᾶσαι γὰρ εἰς ἔν κεφαλαιοῦνται τὴν πρόῤῥησιν τὴν περὶ Χριστοῦ. Τοῦ ποιῆσαι τὸ θέλημά σου, κ. τ. ἑ. Θέλημα λέγει (78) τοῦ Πατρὸς καθʼ ὅ ᾖρε τὴν ἁμαρτίαν τοῦ κόσμου. «Οὐ γὰρ ἦλθον, φησὶ, ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. »Καὶ τεθεὶς ὑπὲρ τῆς ἀπάντων ἁμαρτίας, ὡς ἂν, ἀφέσεως γενομένης, μηκέτι χρεία ᾖ τῆς περὶ ἀμαρτίας θυσίας.