Ancient Greek · ~5 min
ΨΑΛΜΟΣ ΜΑ΄.
Origen, Selecta in Psalmos [Dub.] 10-15
Not analysed yet
Ἐρῶ τῷ Θεῷ· Ἀντιλήπτωρ μου εἶ, διὰ τί ἐπελάθου; Τί ἵνα σκσθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου; κ. τ. ἑ. Οὐ τὸ μὴ θλ βεσθαι (98) ἀξιοῖ ὑπὸ ἐχθροῦ, ἀλλὰ θλιβόμενος μὴ σκυθρωπάζειν. Τοῦτο γὰρ ἀθλητῇ εὐαρεπουμένῳ. τοῖς περιστατικοῖς ἁρμόζει. Ἐν δὲ τῷ ἑξῆς ψαλμῷ προτάσσων τὸ, «Ἵνα τί ἀπώσω με;» τοῦ Ἴνα πίσ. θρωπάζων πορεύομαι; »ἔοικεν ἐμφαίνειν, ὅπι ἀπωσθέντος ἀπὸ Θεοῦ ἴδιον οὐ τὸ ὑπʼ ἐχθροῦ θλίβεσθαι, ἀλλὰ τὸ σκυθ ρωπάζειν ἐν τῷ θλίβεσθαι. Εἰ μέντοιγε Χριστὸς λέγοι τὸ ἐν τῷ ἑξῆς ψαλμῷ, ὅμοια αὐτῷ λέγει ἐν πνεύματι οὕτως· «Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου. »Καὶ σκυθωπάζων πορεύεται λέγων· «Περίλυπός ἐστιν ἡ ψυχῃ μου. »Ἤ ἐπαπορητικῶς Χριστὸς λέγει, οἱονεὶ τοι οῦτον ἐμφαίνων· Τί ἀνύεται ἄξιον τοῦ, ἀπωσθέντα με ὑπὲρ σωτηρίας ἀνθρώπων, ἀπὸ σοῦ σκυδρωπάζοντα πορεύεσθαι, ἐκθλίβοντος ἐχθροῦ; Ἐν τῷ λέγειν αὐτούς μοι καθ’ ἑκάστην ήμέραν Ποῦ ἔστιν ὁ Θεός σου; κ. τ. ἑ, Τάχα τὸν ἄγιον (99) λυπεῖ τὸ, «ποῦ, »ἐπὶ Θεοῦ λεγόμενον, ὅπερ ἐστ τόπου σημαντικόν. Τῆς ἐσχάτης δὲ ἀγνίας τὸ ὲντόπῳ νομίζειν εἶναι τὸν Θεόν· ὄγκῳ γὰρ συνυφίσταται τόπος· ὅγκου δὲ τὸ Θεῖον ἐλεύθερον.