Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΜΒ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-41
Not analysed yet
Κρῖνόν με, ό Θεὸς, καὶ δέκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὀσίου, κ, τ. ἑ. Καὶ ὁ Χριστὸς κριθῆναι ἀξιοῖ ἀπὸ Θεοῦ· πρὸς ὃν οἶμαι τὸ, Νν κήσεις ἐν τῷ κρίνεσθαί σε. »Ὁ ἐφʼ ἑαυτῷ θσῤῥῶκαὶ πεπεισμένος ἠδικημένος μηδέποτε ἐαυτὸν ὲαδι· κηκέναι, ἀλλὰ τόπον τῇ ὀργῇ δεδωκέναι, ταῦταρὶ «Ἐξ ἔθνους οὐχ ὁσίου, »καὶ τὰ ἑξῆς. Εὶ μὲν ὁ Σωτὴρ λέγει, ἔθνος οὐχ ὅσιον Ἰουδαῖοι· εἰ δὲ ὁ δίκαιος, περὶ ἀντικειμένων λέγει δυνάμεων. Ῥύεται δέ ὁ Θεὸς ἀπὸ ἀνδρὸς ἀδίκου καὶ δολίου, ὅτε οὐ βλάπτεταί τις ὑπʼ αὐτῶν. Τὸ, «Ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίο ῥῦσαί με, »περὶ ἑκάστου δολοῦντος τὸν λόγον Θεοῦ, καὶ ἀδίκου προσποιουμένου τὰ τῆς τίστεω.