Ancient Greek · ~7 min
10 to 18
Origen, Selecta in Psalmos [Dub.] 10-16-18
Not analysed yet
Ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς, κ. τ. ἑ. Ταῖς γὰρ ἁμαρτίαις (17) ἐπράθημεν, ἀφʼ ὧν ἡμᾶς Χριστὸς ἐξηγόρασεν. Ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν, κ. τ. ἑ. Οἱ γειτνιῶντα (18) δόγματα ἔχοντες, γείτονες· οἱ δὲ ὅλλοι κύκλῳ. «Ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσιν, (ο γὰρ ἀπὸ τῶν ἐθνῶν, ὡς παραβολὴν ἔχουσι τὸν Ἰσραὴλ, καὶ ὡς ἐν παραβολῇ λύσιν ζητοῦσι περὶ τῶν κατʼ αὐτούς·) καὶ κίνησιν κεφαλῆς, »τουτέστι Χριστοῦ. Ἐκεῖνοι γεγόνασιν «ἐν τοῖς λαοῖς. »Καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με, κ. τ. ἑ. Ἑαυτοὺς μὲν (19) αἰσχυνόμεθα κατὰ διάνοιαν ἁμαρτάνοντες· τοὺς δὲ ἀνθρώπους κατʼ ἐνέργειαν πλημμελοῦντες. Ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντες, κ. τ. ἑ. Τοῦτο λεκτέον (20) πρὸς τοὺς ἐν διωγμοῖς λπομείναντας. Καὶ οὐκ ἠδικήσαμεν ἐν Διαθήκῃ σου, κ. τ. ἑ. Ὁ ἁμαρτάνων (21) εἰδὼς, ἀδικεῖ ἐν Διαθήκῃ Θεοῦ. Καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν, »ὡς τῆς Λὼτ γυναικὸς, ἢ τοῦ βαλόντος τὴν χεῖρα ἐπʼ ροτρον, ἢ μᾶλλον τούτων οἵτινες ἐστράφησαν ταῖς αρδίαις εἰς Αἴγυπτον. Τοῦ αὐτοῦ. Ἀδικεῖ τὴν Διαθήκην (22) τοῦ Θεοῦ τᾶς ὁ μὴ ζῶν κατ᾿ αὐτήν. Ἀπεναντίας, φησὶ, τοἴς λλοις ἡμεἴς ἤλθομεν. Ἐκεῖνοι μὲν γὰρ καὶ πρὸ τῶν εινῶν ὑπεσκελίσθησαν· ἡμεῖς δὲ καὶ μετὰ τὰ δεινὰ στήκομεν, ἀπερίτρεπτον τὴν γνώμην ἔχοντες. Τί δέ στιν, «Οὐκ ἠδικήσαμεν ἐν τῇ Διαθήκῃ σου; »Τουττιν, οὐκ ἠδικήσαμεν περὶ ταῦτα ἂ ἐπιστεύθημεν, λʼ ἐφυλάξαμεν μετὰ ἀκριβείας. Ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως, αὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου, κ. τ. ἑ. Τὸ. ος κακώσεως (23) τὸ ἀνθρώπινόν ἐστι σῶμα, καὶ ὁ ύτου συγγενὴς κόσμος. Ἐν ἀλλοτρίᾳ, φησὶν, ἡμᾶς ναι πεποίηκας· ὅπερ οὐκ εἴα τὰς λατρείας ἐπιλεῖσθαι. Tοῦ αὐτοῦ. Ὁ νοῦς ἐπικαλύπτεται (24) σκιᾄ Θανάτου, ὅτε οὐ βλέπει. Ἤ τὸ σῶμα τῆς ταπεινώσεως σκιά ἐστι θανάτου, οὗ τῇ σκιᾷ γεννᾶται.