Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΜΓ΄.
Origen, Selecta in Psalmos [Dub.] 9-20
Not analysed yet
Ἔδωκας ὴμᾶς ὡς πρόβατα βρώσεως, κ. τ. ἑ. Οὐ γὰρ πάντα (16) τὰ πρόβατα βρώσεώς εἰσιν. Ἐπεὶ δὲ ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως, «ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ᾿ ἡμᾶς, ἄρα ζῶντας ἄν κατέπιον ἡμᾶς. »Ἀπωθεῖται δὲ ὁ Θεὸς ἀφʼ ἑαυτοῦ οὐ πάντοτε διʼ ἁμαρτίας, ἀλλὰ καὶ διʼ ἄλλας ἂς οἶδεν αἰτίας. Οὐ πᾶς δὲ εἰς τὰ ὀπίσω ἀποστρεφόμενος ψεκτῶς ὑφίσταται τοῦτο, ἀλλʼ εἴ τις φυγὼν τὰ κακὰ, πρὸς αὐτὰ πάλιν ὑποστρέφειν ἐθέλοι. Εἰ δέ τις, τὴν Σιὼν καταλείψας, τουτέστι τὴν ἀρετὴν, ἐπείγοιτο πρὸς τὴν κακίαν, Βαβυλῶνα καλουμένην, ἀποστρεφόμενος εἰς τὰ ὀπίσω, μακάριον ἀναδέχεται πρᾶγμα. Οἱ δὲ νῦν λέγοντες, ἐπεὶ παρὰ τοῖς ἐχθροῖς γεγόνασιν ἀποστραφέντες, εἰς τὰ ὀπίσω ψεκτῶς περιέπεσον.