Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ ΜΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 10-21
Not analysed yet
Τοῦ αὐτοῦ. Ἐκεῖνοι εἰς ᾅδου (47) ζῶντες κατέρχονται, οὐ κατήχησιν τῶν θείων παιδευμάτων ἔχοντες· ὁ γὰρ ἄγευστος τῶν τῆς ζωῆς λόγων νεκρός ἐστιν· οὐ γὰρ οἷόν τε ζῶντά τινα τὴν κοινὴν ζωὴν εἰς ᾅδην κατέρχεσθαι. Ἐπεὶ οὖν Ἰούδας καὶ ὁ λαὸς Ἰουδαίων κατήχησιν εἶχον τοῦ νόμου καὶ τῶν προφητῶν, θανάτου ἐπʼ αὐτοὺς ἐρχομένου τοῦ ἑπομένου τῇ ἁμαρτίᾳ, ζῶντες εἰς ᾅδην κατέρχονται. Ἀκολούθως καὶ ὁ ἐπιφερόμενος λέγεται στίχος, «Ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν. »Εἰ γὰρ καὶ πεῖραν εἷχον τῶν ζωοποιῶν Γραφῶν, οὐ κατῴκησαν, ἀλλὰ παρῴκησαν, ἐν αὐταῖς. Τὸ, «Πονηρία ἐν μέσῳ αὐτῶν, »τουτέστι τῷ ἡγεμονικῷ. Ἐν μέσῳ γὰρ εἶναι λέγεται τοῦ ὅλου ζώου. καὶ τὸ, «Εἰς ᾅδου ζῶντες, »αἰφνιδίως ἀποθάνειεν. «Παροικίας »δὲ καλεῖ τὸν ἑκάστου βίον διὰ τὸ ὀλιγοχρόνιον. Φησὶ οὖν, ὅτι καὶ ὁ βίος αὐτῶν καὶ ἡ ζωὴ πάσης πεπλήρωται πονηρίας καὶ κακίας, οὐκ ἐννοούντων τὸ ὀλιγοχρόνιον.