Ancient Greek · ~4 min
11 to 14
Origen, Selecta in Psalmos [Dub.] 11-11-14
Not analysed yet
Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι, καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου. κ. τ. ἑ. Ἐν μέσῳ τοῦ πρωῒ (48) καὶ τῆς ἐσπέρας ἐστὶν ἡ μεσημβρία. Καὶ ὁ μὲν Ἰακὼβ ὀρθρίσας ἐπάλαιε μετὰ ἀγγέλου· Ἀβραὰμ δὲ ἐν μεσημβρίᾳ ἐώρα τοὺς ἀγγέλους· Λὼτ δὲ ἐν ἑσπέρᾳ. Τοῦ αὐτοῦ. «Ἑσπέρας »(49), κατὰ τὴν ἑνδεκάτην ὥραν, περὶ τὴν τελευτὴν τοῦ κόσμου, ὅτε ἔπαθεν ὁ Σωτήρ. «Πρωῒ, »ὅτε ἀνέστη. «Μεσημβρίας,» ὅτε ἰσχυρότερον πεισθέντες ἐπίστευσαν. Ἢ ἄρχεται τῆς διηγήσεως ἑσπέρας, καὶ ἀκμάζει ἐν αὐτῷ πρωΐ· καὶ τελειοῖ ἀκμαζούσης ἡμέρας ἐν μεσημβρίᾳ. Είσακούσεται ὁ Θεός, καὶ ταπεινώσει αὐτοὺς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων· οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, καὶ οὐκ ἐφοβήθησαν τὸν Θεὸν, κ. τ. ἑ. Εἰ πάντα δἰ αὐτοῦ (50) ἐγένετο, καλῶς λέγεται ὑπάρχειν πρὸ τῶν αἰώνων. Καὶ ἐντεῦθεν γινώσκομεν, ὅτι αἰῶνες ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι γεγόνασιν. Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε δαθρέψει, κ. τ. ἑ. Ὡς διέθρεψε (51) τὸν εἰπόντα Ἰακώβ· «Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου. »