Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΞΑ΄.
Origen, Selecta in Psalmos [Dub.] 10-22
Not analysed yet
Τοῦ αὐτοῦ. Οἱ κατὰ τοὺς Ο΄ (8) οὔτω· κατὰ δὲ Θεοδοτίωνα· «Ἀτμὶς υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς υἱοὶ ἀνδρὸς ὡς ῥοπὴ ζυγοῦ. »Οὐδὲν, φησὶ, μόνιμον τῶν ἀνθρωπίνων, ἀλλʼ ἀτμῷ ἔοικε ἀναπεμπομένῳ καὶ παραυτίκα σκεδαννυμένῳ, καὶ ῥοπῇ ζυγοῦ ποτὲ μὲν καθιεμένῃ, ποτὲ δὲ ἀνανευούσῃ. Ζητεἴται δὲ εἰ οἱ ἄγιοι οὐ μάταιοι. Οὐχ υἱοὶ τῶν ἀνθρώπων οἱ ἅγιοι. Κατηργήθη γὰρ αὐτῶν ἡ κατὰ ἄνθρωπον γένεσις.