Ancient Greek · ~2 min
8 to 9
Origen, Selecta in Psalmos [Dub.] 8-25-9
Not analysed yet
Πλὴν μάταιοι οἱ υἱοὶ ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς, τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτὸ, κ, τ. ἑ. Μάταιοί εἰσιν (6) οἱ τοῖς ματαίοις καὶ φθαρτοῖς τοῦ αἰῶνος τούτου προσκαθεζόμενοι πράγμασι. Μάταια τὰ ἀνθρώπινα πάντα καὶ μεταβολὴν ὀξεῖαν δεχόμενα. Τοῦ αὐτοῦ. Οὐ ψεύδομαι (7) περὶ τὴν δικαιοσύνην· αὐτὴ γὰρ ζυγός ἐστι τῶν ἀρετῶν. Ψευδεἴς εἰσιν υἱοὶ ἐκ τοῦ πατρὸς τοῦ διαβὸλου γεγεννημένοι. Ἀμελοῦσι γὰρ, φησὶ, τῆς ἰσότητος· ἀνίσως δὲ κατέχουσι τὰ τῆς διανοίας ζυγὰ, καὶ τοῦ μὲν δικαίου καταφρονοῦσι, ἀδικίᾳ δὲ χαίρουσι.