Ancient Greek · ~3 min
10 to 11
Origen, Selecta in Psalmos [Dub.] 10-3-11
Not analysed yet
Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιὼν, κ. τ. ἑ. Πύλαι θανάτου (74) αἱ πρὸς θάνατον ἁμαρττίαι, ἀφʼ ὧν ὑψοῦται ὁ μηδὲ λογισάμενος αὐτὰς ἁμαρτεῖν, ὂς καὶ μόνος δύναται ἐξαγγέλλειν πάσας τὰς αἰνέσεις Κυρίου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιὼν, ταῖς ἀρεταῖς. Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν. Ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήφθη ὁ ποῦς κὐτῶν. /Γινώσκεται Κύριος κρίματα ποιῶν, κ. τ. ἑ. Ἐνεπάγησαν ἔθνη (75), δηλαδὴ ὡς ἐν πηλῷ, τῷ σώματι, διʼ ἣν ἐποίησαν διαφθοράν· καὶ συνελήφθη ὁ ποῦς αὐτῶν, ὁ νοητὸς δηλονότι. Καὶ γινώσκεται Κύρος, ἐπεὶ, ὅταν αὐτοῖς τὸ κρῖμα γενηθήσεται, γνώσονται τὸν κρίνοντα ἐν δικαιοσύνῃ.