Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ Θ´.
Origen, Selecta in Psalmos [Dub.] 9-7
Not analysed yet
Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ, κ. τ. ἑ. Ποῖα ἐπιτηδεύματα (73); πάντα ἃ Χριστὸς τοῖς μαθηταῖς Ἰωάννου τοῦ Βαπτιστοῦ ἔλεγε· «Πορευθέντες εἴπατε ἃ ἴδετε· τυφλοὶ ἀναβλέπουσι, χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται, νεκροὶ ἀνίστανται. »Ταῦτα οὖν τὰ θεοπρεπῆ ἐπιτηδεύματα· καὶ οἱ ἀπόστολοι τοῖς ἔθνεσιν ἀνήγγειλαν· καὶ ὅτι διὰ θανάτου ἀθανασία, διὰ σταυροῦ σωτηρία, καὶ διὰ ταφῆς ἀνάστασις, καὶ νέκρωσις τοῦ νεκρώσαντος ἡμᾶς διαβόλου.