Ancient Greek · ~3 min
10 to 12
Origen, Selecta in Psalmos [Dub.] 10-8-12
Not analysed yet
Τοῦ αὐτοῦ. Καὶ τοὺς μὲν ταχυτάτους (42) κατελήψεται, τοὺς δὲ δυνατωτάτους καταλύσει. Εὑρεβεθείτ δὲ πολεμοῦσα ἡ τιμωρουμένη, κατὰ τό· «Πολεμεὶ Κύριος χειρὶ κρυφίᾳ ἐπὶ τὸν Ἀμαλέκ.» Θήσεις αὐτοὺς ὡς κλίβανον πιρὸς, κ. τ. ἑ. Τοῦτο περὶ πονηρευομένων (45) φησί· κλίβανος γὰρ εἰσι πυρὸς, ἐπεὶ ἐθερμάνθησαν ὡς κλίβανος αἱ καρδίαι αὐτῶν. Καὶ εἴρηται δή που· «Πάντες μοιχεύον τες, ὡς κλίβανος αἱ καρδίαι αὐτῶν. »Κύρος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτοὺς, κ τ. ἑ. Ταράττονται δὲ ἐπὶ προσδοκίᾳ (44) τιμωρίας, οὐχ ἀπλῶς πάντες, ἀλλʼ οἱ διʼ ἡδον\ὴν κακοὶ, καὶ δοξάζοντες τὰ ψευδῆ. «Καὶ καταφάγεται αὐτούς πῦρ, »ἐπειδή εἰσι ξύλα, χόρτος, καλάμη.