Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ Κ΄
Origen, Selecta in Psalmos [Dub.] 13-6
Not analysed yet
Τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων, κ. τ. ἑ. Οὑ τὴν (45) οὐσίαν, ἀνώλεθρος γὰρ, ἀλλὰ τὴν ποιότητα καθʼ ἣν ἐβλάστησε ξύλα, χόρτον, καλάμην, τὰ ποντ ρὰ ἔργα· ἢ καὶ ὅπερ οἱ κακοὶ καὶ δυσσεβεῖς κατέβαλον σπέρμα, ὅπερ ἀφανίζει ὁ Θεὸς ἀπὸ τῶν υἱῶν τὠν ἀνθρώπων. Εὐεργεσία δέ ἐστιν ἐκπεσεῖν ἁμαρπτῶν καὶ ἐννοιῶν πονηρῶν. Σπέρμα γὰρ ἁμαρτίας λοχισμὸς πονηρός.