Ancient Greek
101 to 104
Origen, Selecta in Psalmos [Dub.] 101-104
Not analysed yet
Προέφθασα ἐν ἀωρίᾳ, καὶ ἐξέκραξα· εἰς τοὺς λόγους σου ἐπήλπισα, κ. τ. ἑ. Ἀωρία ἐστὶ νοητὴ διάθεσις ἕξεως ἐπὶ τὴν γνῶσιν σπουδάζουσα. Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ· ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν, κ. τ. ἑ. Διδασκόμεθα ἀπὸ τοῦ λεγομένου εἰδέναι τί πάσχει ὁ καταδιώκων τὸν δίκαιον· ὅσῳ γὰρ ἐγγίζει εἰς τὸ διώκειν τὸν δίκαιον, τοσούτῳ μακρὰν γίνεται τοῦ νόμου τοῦ Θεοῦ. Ὅσον δὲ ἀπὸ τοῦ νόμου, μακρύνεται καὶ ἀπὸ τῆς ζωῆς, ὅτι αὐτὴ ζωὴ ἡμῶν. Ἐγγὺς εἷ σὺ, Κύριε, καὶ πᾶσαι αἰ ὁδοί σου ἀλήθεια, κ. τ. ἐ. Αὐτὸς μὲν οὖν ἐγγίζει οὔτως· ἀλλʼ ἐὰν μὴ καὶ ἡμεῖς ἐνεργήσωμεν αὐτοῦ ἐγγίζοντος τὸ ἐγγίζειν αὐτῷ, οὐκ ἀπολαύσομεν τῆς ἐγγύτητος αὐτοῦ. Διὰ τοῦτο πόῤῥω εἰσὶν οἱ ἁμαρτωλοὶ τοῦ Θεοῦ. «Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται. »Ὁ δὲ δίκαπος ἐνεργεῖ τὸ ἐγγίζειν τῷ Θεῷ. Τοῦ αὐτοῦ. Ἐγγύς ἐστιν ἡ δικαιοσύνη τοῦ πεφυκότος δικαιοπραγεῖν· πολλῷ δὲ πλέον ἐστὶν ἐγγύτερον τῶν κατʼ ἐνέργειαν κτησαμένων δικαιοσύνην καὶ γνῶσιν.