Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 100
Not analysed yet
Τοῦ αὐτοῦ. Οὐχ ἡ κραυγὴ μεγάλη ἐστὶ φωνὴ, ἀλλὰ τὸ μέγεθος τῶν σημαινομένων ὑπʼ αὐτῆς τῷ Θεῷ. Ὁ γὰρ δίκαιος μεγάλην ἀποτελεῖ πρὸς τὸν Θεὸν φωνὴν, αἰτῶν ἐπουράνια καὶ μεγάλα. Οὕτω καὶ ὁ δίκαιος Ἄβελ ἀποθανὼν λαλεῖ· «Φωνὴ γὰρ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς· »ἵνα δηλωθῇ, ὅτι δίκαιος πρὸς τὸν Θεὸν μεγάλῃ κέκραγε φωνῇ. Καὶ τῷ Μωσῇ καταδιωκομένῳ ὑπὸ τῶν Αἰγυπτίων λέγει· «Τί βοᾷς πρὸς μέ;»