Ancient Greek · ~6 min
ΨΑΛΜΟΣ ΡΙΖ΄.
Origen, Selecta in Psalmos [Dub.] 11-15
Not analysed yet
Ἀνοίξατέ μοι πύλας δικαιοσύνης, κ. τ. ἑ. Ὥσπερ δικαιοσύνης, μιᾶς τῶν ἀρετῶν, εἰσὶ πύλαι αἱ κατʼ αὐτὴν πράξεις, οὕτως εἶεν ἂν καὶ φρονήσεως πύλαι, καὶ σωφροσύνης, καὶ ἀνδρείας, καὶ τῶν λοιπῶν ἀρετῶν, ἀνεῳγμέναι μὲν ἐν τῷ σπουδαίῳ, κεκλεισμέναι δὲ ἐν τῷ φαύλῳ. Εἰσὶ μέντοιγε καὶ τῶν κακιῶν πύλαι ἠνοιγμέναι μὲν τῷ φαύλῳ διὰ τῶν κατὰ κακίαν πράξεων, ἀποκεκλεισμέναι δὲ ἐν τῷ ἀστείῳ. Μήποτε δὲ καὶ ἄλλως διὰ τό· «Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι·» εἰσὶ πύλαι εἰς τὰς αἰωνίους μονὰς ἑκάστη τῶν ἀρετῶν αἰώνιοι, διʼ ὧν καταλλήλως εἰσελεύσονται ταῖς πράξεσιν ἑαυτῶν οἱ σπουδαῖοι. Τὸν δὲ Σωτῆρα ἐχρῆν διὰ πασῶν ἐξελθεῖν, ἐπαιρομένων καὶ μεγεθυνομένων ἀξίως τοῦ μεγέθους Χριστοῦ. Πάσας γὰρ ἀνέλαβε κατʼ ἀξίαν τῆς ὑποστάσεως Πρωτοτόκου πάσης κτίσεως. Καὶ σκόπει εἰ, ὥσπερ τῷ Σωτῆρι αἴρονται καὶ ἐπαίρονται, οὕτω κατʼ ἀξίαν ἑκάστῳ ἢ αἴρονται καὶ ἐπαίρονται, ἢ τίθενται καὶ οὐκ ἐπαίρονται. Εἰσὶ δὲ καὶ ἔμψυχοι καὶ ζῶσαι αὗται αἱ πύλαι· διὸ λέγεται αὐταῖς τὸ, «Ἐπάρθητε. »Καὶ τάχα οἱ ἄρχοντες καὶ αἱ πύλαι θανόμεναί φασι τὸ, «Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; »Εἰσὶ μέντοιγε αἱ μὲν ὑπὸ πολλοὺς πύλαι δικαιοσύνης, ἡ δὲ τίς μόνου τοῦ Κυρίου πύλη; Πύλας οὖν δικαιοσύνης τὰς διαφόρους τῆς ἀρετῆς ἰδέας καλεῖ· διʼ ἐκείνων γὰρ δυνατὸν ἀξίως ὑμνῆσαι τὸν τῶν ὅλων Θεόν. Καὶ τοῦτο σαφέστερον διὰ τῶν ἐπιφερομένων ἐδήλωσεν· οἶον γάρ τινα ἀπόκρισιν δίδωσι λέγων· «Αὕτη ἡ πύλη τοῦ Κυρίου. »