Ancient Greek · ~2 min
9 to 10
Origen, Selecta in Psalmos [Dub.] 9-31-10
Not analysed yet
Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος, κ. τ. ἑ. Ἰσχὺς ὁ λόγος ἀναλαβόντος αὐτὸν, διʼ ὃ «πάντα ἰσχύω, »φησὶν ὁ Παῦλος, «ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ. »Οὗτος ὁ λόγος καὶ ὕμνησίς ἐστιν, ἐν ᾧ ἐστιν ἡ θεολογία. Καὶ θαῤῥοῦντος δὲ μάρτυρος εἴη ἡ φωνή· «Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος. »Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ ἔργα Κυρίου, κ. τ. ἑ. Τῶν ζώντων ἐστὶ διηγεῖσθαι τὰ ἔργα Κυρίου.