Ancient Greek · ~1 min
ΨΑΛΜΟΣ ΜΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 11-7
Not analysed yet
Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείαςσου, κ. τ. ἑ. Ἥ ῥάβδος Χριστοῦ(39) ᾗ χρῆται κολάζων τοὺς ἁμαρτάνοντας ,ῥάβδος εὐθύτητος εἵρηται, εὐθὑνουσα, καὶ πάσης σκολιότητος ἀπαλλάττουσα τοὺς βασιλευομένους. Καὶ ἐπεὶ ἐξουσίᾳ βασιλικῇ δι’ αὐτῆς κολάζει, ῥάβδος ἐστὶ τῆς βασιλείας αὐτοῦ.