Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΜΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 12-7
Not analysed yet
Θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου. Παρέστη ἡ βασίλισσα ἐκ δεβιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη, κ. τ. ἑ. Οἱ ἅγιοι μαθηταὶ (40) λαβόντες τὴν βασιλείαν τῶν ορανῶν γεγόνασι βασιλεῖς· διόπερ καὶ αἱ ὑπʼ αὐτῶν γεννώμεναι κατʼ ἀρετὴν ψυχαὶ θυγατέρες λέγονται βασιλέων. Πᾶσαι δὲ αὗται αἱ ψυχαὶ, κατὰ τὴν πίστιν καὶ τὴν ἀρετὴν ἑνούμεναι, μίαν ἀπεργάζονται βαπλίδα παρεστῶσαν ἐκ δεξιῶν Χριστοῦ τοῦ Θεοῦ. Καὶ νῦν μὲν ἡ Ἐκκλησία τοῦ Θεοῦ διάχρυσα ἔχει ἱμάτια, ἐκ μέρους γινώσκουσα, καὶ ἐκ μέρους προφητεύουσα· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, καὶ τὸ ἐκ μέρους καταργηθᾔ, τότε ὁλόχρυσα ἕξει τὰ ἱμάτια· ἱμάτιον γάρ ἐπι φύσεως λογικῆς ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ.