Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΜΗ΄.
Origen, Selecta in Psalmos [Dub.] 11-8
Not analysed yet
Καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα, κ. τ. ἑ. «Οἱ τοῖς τάφοις (86) κεκονιαμένοις ὅμοιοι γέμοντες ὀστέων νεκρῶν, καὶ πάσης ἀκαθαρσίας, »τούτους αἰτιᾶται ὁ Σωτήρ· καὶ τοὺς οἰκοδομοῦντας τάφους, εἰ καὶ προφητῶν· καὶ τοὺς κοσμοῦντας μνημεῖα, εἰ καὶ δικαίων· οὐκ ἐπιτρέπει μαθητῇ θάπτειν νεκρὸν, εἰ καὶ πατρός. Καὶ ἐν τῷ Ἡσαΐᾳ· «Τί, φησὶν, ᾠκοδόμησας σεαυτῷ μνῆμα, καὶ ἐλατόμησας σεαυτῷ μνημεῖον; »Καὶ οἱ ἐν τοῖς μνημείοις, ἐὰν ἀκούσωσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. ζήσουσιν. Ἐπὶ τῶν γαιῶν δέ ἐστι τὰ ὀνόματα ἄνου καὶ ἄφρονος.