Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΜΗ΄.
Origen, Selecta in Psalmos [Dub.] 10-19
Not analysed yet
Ὅτι οὐκ ὅψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας, ἐπιτοαυτὸ ἄφρων καὶ ἄνους ἀπολοῦντα, κ. τ. ἑ. Ὀψόμεθα τοὺς σοφοὺς τοῦ (85) κόσμου τούτου ἐν τῷ αἰῶνι τῷ μέλλοντι στερηθέντας τῆς ζωῆς τῆς εἰπούσης· «Ἐγώ εἰμι ἡ ζωή. »Τίνες δὲ οὗτοι οἱ ἀποθνήσκοντες σοφοὶ, ἢ περὶ ὧν λέλεκται· «Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, »ἀφʼ ὧν ἔκρυψεν ὁ Θεὸς τὰ μυστήρια ἃ νηπίοις ἀπεκάλυψε; Λέγει δὲ σοφοὺς τοὺς πανούργους κατὰ τὸ, «Σοφοί εἰσι τοῦ κακοποιῆσαι, »καὶ τοὺς μαθητὰς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου· ὧν τὸν θάνατον οὐκ ὅψεται ὁ λυτρωθεὶς ὑπὸ τοῦ εὐδοκήσαντος διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. Ὁ πεπληροφορημένος περὶ τῆς μελλούσης κρίσεως, ὅταν ἴδῃ τοὺς σοφοὺς ἀποθνήσκοντας, οὐ νομίσῃ τὸ γινόμενον καταφθορὰν ὁμοῦ ψυχῆς τε καὶ σώματος, ὡς ἐκεῖνοι ζῶντες τὸν θάνατον ὡρίζοντο, ἀλλὰ μετοικίαν εἰς κόσμον ἔτερον.