Ancient Greek
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 117
Not analysed yet
Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σον, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον, κ. τ. ἑ. Εἰ οἱ μικροὶ σκανδαλίζονται, οἱ μικροὶ οὐκ ἀγαπῶσι τὸν Κύριον. «Ὅστις γὰρ σκανδαλίσῃ, φησὶν, ἕνα τῶν μικρῶν τούτων. »Οἱ δὲ ἀγαπῶντες τὸν Κύριον οὐ σκανδαλίζονται. Οἱ μικροὶ οὐκ ἀγαπῶσι τὸν Κύριον· διὸ καὶ ἀγνοοῦσι τοὺς λόγους τῶν γινομένων, ἐφʼ οἷς καὶ σκανδαλίζονται. Εἰρήνη οὐ πρὸς τοὺς ἀοράτους ἐχθροὺς, ἀλλὰ πρὸς τὸν Θεὸν, καὶ οὐκ ἔστιν αὐτοῖς πρόσκομμα. Ἐξομαλίζει γὰρ τούτοις ὁ νόμος τὴν ὀδὸν τῆς ἀρετῆς, πᾶν σκῶλον τῆς ἁμαρτίας ἐξαίρων. Ἤ εἰρήνη καὶ πρὸς τοὺς τῆς αὐτῆς πίστεως, εἰ καὶ ἐκεῖνοι πολλάκις εἰρηνεύειν πρὸς τούτους οὐ βούλονται.