Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 118
Not analysed yet
Προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα, κ. τ. ἑ. Μακάριος ὁ προσδεχόμενος τοῦ Θεοῦ τὸ σωτήριον, ἀγαπῶν δὲ αὐτοῦ καὶ τὰς ἐντολάς· οὗτος γὰρ εἰς βίον τέλειον εἰς ἀκμὴν προκόπτει μακαριότητος, ἥτις αὐτοῖς τοῖς ἀποστόλοις κεκλήρωτο, πρὸς οὓς ἔλεγεν· «Ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι· καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν Κύριον αὐτῶν.