Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΞΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 12-11
Not analysed yet
Ἡτοίμασας τὴν τροφὴν αὐτῶν, κ. τ. ἑ. Τροφὴν μὲν (42) τὴν πνευματικήν φησιν· ἡτοιμάσθαι δὲ αὐτὴν λέγει· διότι πρὸ καταβολῆς τοῦ κόσμου ὥρισται τὸ περὶ Χριστοῦ μυστήριον, ὅς ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Καὶ τῇ παρὰ σοῦ προνοίᾳ ἑτοίμην αὐτοῖς παρέξεις τὴν τροφὴν, ὥστε μηδενὸς δεῖσθαι. Τὸ δὲ, «Οὕτως ἡ ἑτοιμασία σου, »τουτέστιν, ἐπειδὴ ἔργον σοι τὰ τοιαῦτα εὐτρεπίζειν καὶ ἑτοιμάζειν τοῖς ἀνθρώποις, ἀφʼ ὧν ἀπάντων αὐτοῖς χορηγεῖς τὴν ἀφθονίαν. Ὥσπυρ γὰρ τὸ ἑτοιμάζειν τὸ ἑδράζειν λέγει ἀπὸ τοῦ τὰ παρεσκευασμένα ἕτοιμα εἷναι καὶ βέβαια πρὸς τὴν χρείαν· οὕτω καὶ ἑτοιμασίαν αὐτὴν καλεῖ τὴν παρασκευήν· ὡς ἐνταῦθα. Ἵνα εἴπῃ, ὅτι· Οὺδενὸς ἐνδεηθήσονται, ἕτοιμα γὰρ αὐτοῖς πάντα καὶ παρεσκευασμένα, ὡς μηδὲν δεῖν αὐτοῖς φροντίδος· τὸ δὲ τοιοῦτον καὶ βόβαιον.