Ancient Greek · ~3 min
7 to 11
Origen, Selecta in Psalmos [Dub.] 7-34-11
Not analysed yet
Ἐτοιμάζων ὅρη ἐν τῇ ἰσχύΐ αὑτοῦ, κ. τ. ἑ. Ἑτοιμάζων (37) ὄρη, ἀντὶ τοῦ, τοὺς μεγίστους τῶν ἐπὶ γῆς ἐν εὐσεβείᾳ, ὁ Θεὸς, μεταδιδοὺς αὐτοῖς τῆς θείας ἰσχύος. Ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης, κ τ. ἑ. Ἐπιτιμᾷ (38) Κύριος τῷ ἀνέμῳ καὶ τῇ θαλάσσι, καὶ ποιεῖ γαλήνην μεγάλην. Τοῦ αὐτοῦ. «Κύτος »φησὶν (39), ἀντὶ τοῦ κοίλωμα ἢ βάθος. Ταραχθήσονται τὰ ἔθνη, κ. τ. ἑ. Ἐπὶ τοῖς Ἰησοῦ (40) Χριστοῦ σημείοις ἐφοβήθησαν καὶ οἱ ἐν τοῖς πέρασι, μᾶλλον Ἰουδαῖοι, καὶ τοῦτο ἀκούσαντες, μᾶλλον δὲ καὶ ἰδόντες. Ἐπλήθυνας τοῦ πλουτίσαι αὐτὴν, κ. τ. ἑ. Πλοῦτον τὴν (41) γνῶσιν λέγει· «Ἐν παντὶ γὰρ ἐπλουτίσθητε ἐν πάσῃ γνώσει, »φησὶν ὁ Ἀπόστολος.