Ancient Greek · ~5 min
12 to 16
Origen, Selecta in Psalmos [Dub.] 12-16-16
Not analysed yet
Εὐλογητός εἶ Κύριε, κ. τ. ἑ. Ὁ αἰσθόμενος τῆς τοῦ προκοπῆς, ἀπὸ τοῦ ἐν ὅλῃ καρδίᾳ ἐκζητῆσαι ν Θεὸν, εὐλογεῖ αὐτὸν εὐχαριστῶν ἤδη ἐφʼ οἷς ώθη. Ἔχων γὰρ λόγια ἀπόῤῥητα καὶ κρύψεως ξιια, εὐλογεῖ ἐπὶ τούτοις τὸν Κύριον. Ἐν τῇ ὀδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς πὶ παντὶ πλούτῳ, κ. τ. ἑ. Ὁ ὡς ἐν τῷ παντὶ λούτῳ χρυσοῦ, καὶ ἀργύρου, καὶ ἱματισμοῦ, καὶ ἰκοπέδων, καὶ χωρίων, καὶ κτηνῶν, καὶ οἰκετῶν εὐφραινόμενος ἐν τῇ ὀδῷ τῶν μαρτυρίων τοῦ Θεοῦ μακάριος. Ἐν τοῖς δικαιώμασί σου μελετήσω, κ. τ. ἑ. Ἐν τοῖς δικαιώμασί τις μελετᾷ τοῦ Θεοῦ οὐ ῥηματίοις καὶ λεξειδίοις, ἀλλὰ τῷ νενοηκέναι καὶ ποιεῖν αὐτά. Οὐ γὰρ οἱ ἀκροαταὶ τῶν δικαιωμάτων τοῦ Θεοῦ δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλʼ οἱ ποιηταὶ αὐτῶν, καὶ μελετῶντες αὐτὰ τοῖς ἔργοις· οἵτινες ἐκ τοῦ ὡσαύτως αὐτὰ μελετᾷν οὐδέποτε τῶν λόγων τοῦ Θεοῦ ἐπιλήσονται. Ἀνταπόδος τῷ δούλῳ σου, ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου, κ. τ. ἑ. Ὁ ποιήσας πάντα τὰ συντελοῦντα πρὸς τὴν γνῶσιν τὴν τοῦ Θεοῦ, οὗτος λεγέτω καὶ τῷ Κυρίῳ· «Ἀνταπόδος τῷ δούλῳ σου. »Τοῦ αὐτοῦ. Διδόντι ἀνταποδίδωσιν ὡς τῷ Ἀβραάμ τὸν Ἰσαὰκ, καὶ τῷ προσαγαγόντι τὰς δέκα μνᾶς ὁ χαρισάμενος αὐτὰς αὐτῷ δεσπότης.