Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 17-10
Not analysed yet
Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου, κ. τ. ἑ. Ὁ νόμος ἀποκαλύψεως δεῖται· ἡ γὰρ ἐντολὴ Κυρίου τηλαυγής ἐστιν. Νόμον δὲ ἐνταῦθα ὠνόμασε τὴν πνευματικῶς ἀλληγορουμένην τῆς Γραφῆς ἱστορίαν· ὅπερ καὶ Παῦλος πεποίηκεν ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ γράφων· «Λέγετέ μοι, φησὶν, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀναγινώσκετε, Γέγραπται γὰρ, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἔνα ἐκ τῆς παιδίσκης, καὶ ἔνα ἐκ τῆς ἐλευθέρας· »καὶ ἀνάγει πᾶσι τὴν ἱστορίαν πνευματικῶς ἀλληγορῶν ἐπὶ τὴν ἄνω Ἰερουσαλήμ.