Ancient Greek · ~4 min
12 to 17
Origen, Selecta in Psalmos [Dub.] 12-9-17
Not analysed yet
Τοῦ αὐτοῦ. Ὅτι οὐ δεῖ (6) ἁμαρτάνοντά τινα ἐν διδασκάλου προκαθέζεσθαι τάξει. Σὺ δὲ ἐμίσησας παιδείαν, κ. τ. ἑ Παιδεία ἐστὶ (7) μετριοπάθεια παθῶν. Καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις, κ. Ἡ μερὶς ἡμῶν (8) ἐστιν ἡ γνῶσις τοῦ Θεοῦ. Ταύτην δὲ τίθεμεν μετὰ μοιχῶν, τὴν ἐκείνων ἀναλαμβάνοντες. Μοιχὸν ἐνταῦθα τὸν πόρνον καλεῖ, καὶ. παντοῖον ἀκόλαστον. Υπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος, κ. τ. ἑ. Ὁμοίωσίς ἐστιν (9) ἡ διὰ τῶν ἀγαθῶν πράξεων μίμησις. Διόπερ οὐ τοῖς ἁμαρτάνουσιν, ἀλλὰ τοῖς κατορθοῦσιν ἐξομοιοῦται ὁ Κύριος. Μήποτε ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος, κ. τ. ἑ. Ἁρπάζεται ψυχὴ (10) παντελῶς ἐκπεσοῦσα Θεοῦ. Θυσία αἰνέσεως δοξάσει με, κ. τ. ἑ. Ἐν τῇ θυσίᾳ (11), φησὶ, τῆς αἰνέσεως ὁδός ἐστι τῆς παρὰ Θεῷ σωτηρίας. Θυσία δὲ αἰνέσεως δοξάσει ἡμῶν τὸν Θεὸν, ὅτι οἱ βλέποντες τὰ καλὰ ἡμῶν ἔργα δοξάσουσι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ἐν δὲ τούτοις ὅντων ἡμῶν, ἐστὶν ἡ ὀδὸς ἐν ᾗ δείξει ἡμῖν ὁ Θεὸς τὸ σωτήριον ἑαυτοῦ.