Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ ΜΘ΄.
Origen, Selecta in Psalmos [Dub.] 11-9
Not analysed yet
Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἴνα τί σὺ διηγῇ τὰ δικαιώματά μου; κ. τ. ἑ. Οὐ μόνον (5), οἶμαι, τῷ ἁπλούστερον νοουμένῳ ἁμαρτωλῷ ταῦτα εἶπεν ὁ Θεὸς, ἀλλὰ καὶ τῷ λαῷ τῆς κατατομῆς. Ὁ δὲ ἁμαρτωλὸς διὰ μόνου στόματος ἀναλαμβάνει τὴν Διαθήκην τοῦ Θεοῦ· μισεῖ γοῦν παιδείαν καὶ τὰ ἐπιφερόμενα ἁμαρτάνων. Ἤ ἐπεὶ «ὁ λαὸς οὗτος, φησὶ, τοῖς χείλεσί με τιμᾷ. ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπʼ ἐμοῦ. Οἱ ἐκ περιτομῆς ἐμίσησαν παιδείαν ἐν τῇ ἐπιδημίᾳ Χριστοῦ, καὶ ἐκβεβλήκασιν εἰς τὰ ὀπίσω τοὺς διὰ Ἰησοῦ Χριστοῦ λόγους τοῦ Θεοῦ· συνέδραμον δὲ τῷ κλέπτῃ καὶ προδότῃ Ἰούδα, καὶ μετὰ τῶν μοιχευόντων ξύλα καὶ λίθους ἔθηκαν ἑαυτῶν τὴν μερίδα· καὶ πρὸς ἄλλους καταλαλοῦσι τοῦ ἐξ ἐθνῶν ἀδελφοῦ αὐτῶν λαοῦ· ἀλλὰ καὶ κατ᾿ αὐτῶν τῶν ὁμομητρίων, καὶ ἐκ περιτομῆς πιστευόντων σκάνδαλα τιθέασι, βουλόμενοι διαστρέφειν αὐτούς· διὰ ταῦτα ἐσίγησεν αὐτοῖς ὁ Θεός. Δέον δὲ αὐτοὺς εἶναι πρὸ ὀφθαλμῶν, ὁ δὲ ἐκβάλλει αὐτοὺς εἰς τὰ ὀπίσω.