Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 120
Not analysed yet
Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου ῥῦσαί με, κ. τ. ἑ. Παρακαλεῖ τοιαύτην εἶναι τὴν ἀξίωσιν δόκιμον καὶ βέβαιον, καὶ ἀκατάγνωστον, ὥστε εἰσελθεῖν ἐνώπιον Κυρίου. Γνώσομαι δὲ εἰ εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, εἰ ῥυσθείην ὑπὸ σοῦ κατὰ τὸν λόγον καὶ τὸ ἀξίωμά μου καὶ τὴν σοφίαν σου. Ὁ γὰρ ἀνώτερος πάντων παθῶν γεγονὼς, καὶ τῆς ἀχρειούσης μακρὰν ὅτι μάλιστα κακίας χωρήσας, ἐῤῤύσθη ὑπὸ τοῦ Θεοῦ κατὰ τὸ λόγιον αὐτοῦ. Ἀντὶ δὲ τοῦ «τὸ ἀξίωμά μου ὁ »μὲν Ἀκύλας «δέησίς μου, »ὁ δὲ Σύμμαχος «ἱκεσία μου »εἰρήκασι. Δύο δὴ οὖν αἰτεῖ, τὴν σύνεσιν τῶν ἱερῶν λογίων, καὶ τὴν ἀπαλλαγὴν καὶ ἐλευθερίαν τῶν ἐν τῷ βίῳ κακῶν· ὅ δὴ καὶ ἡμῖν ἀναγκαῖον.