Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 121
Not analysed yet
Ἐξερεύξονται τὰ χείλη μου ὕμνον, ὅταεν δεδάξῃς με τὰ διικαιώματά σου, κ. τ. ἑ. Ἡ ἐρυγὴ ὡς ἐπίπαν γίνεται τοῖς κεκορεσμένοις. Πλησθένες γὰρ οὕτως ἐρευγόμεθα τὴν ποιότητα τῆς τροφῆς, ἥν εἰλήφαμεν. Οἷδεν οὗν ὁ θεῖος λόγος πνευματικὴν τροφήν· αὐτὸς γὰρ ὁ Λόγος φησὶν ἄρτος εἶναι· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐξ οὐ ρανοῦ καταβάς· ὁ φαγὼν τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα. »Καί φησι γὰρ ὁ Λόγος ἕχειν σάρκας ἐν τῷ· «Ὁτρώγων μου τὴν σάρκα, ἕχει ζωὴν ἐν ἑαυτῷ· ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις. »Ἐὰν οὖν κορεσθῶμεν τούτου τοῦ ἄρτου, ὅ ἐστι τοῦ Λόγου, ἐρευξόμεθα ὕμνον. Ποτὲ δὲ ἐξερεύξονται καὶ εὐχαί· τὸ γὰρ αὐτὸ γενέσθαι ἐπάναγκες καὶ διὰ τῶν εὐχῶν, ὅταν διδάξῃς με τὰ δικαιώματά σου· ἐὰν γὰρ μὴ διδαχθῶ τὰ δικαιώματά σου, τοιαύτην ἐρυγὴν ἐξερεύξασθαι οὐ δύναμαι.