Ancient Greek · ~8 min
ΨΑΛΜΟΣ. Β΄.
Origen, Selecta in Psalmos [Dub.] 13
Not analysed yet
Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ, κ. τ. ἑ. Δόξει μέν τισιν (79) ὁ δουλεύων πάντως δοῦλος εἶναι, καὶ μάλιστα ἐνθάδε ἐπεὶ πρόσκειται τὸ, «ἐν φόβῳ, »τοῦ εἰληφότος πνεῦμα δουλείας ὄντος «ἐν φόβῳ. »Καὶ οὐ ψευδῶς γε δόξει. Δύναται δὲ καὶ ὁ υἱὸς δουλεύειν. Καὶ οὐ μόνος ὁ φόβος αἴτιος τοῦ δουλεύειν τυγχάνει, ἀλλὰ καὶ ἀγάπη. Διὰ τῆς ἀγάπης γοῦν ὁ Ἀπόστολος διδάσκει δουλεύειν ἡμᾶς ἀλλήλοις. Ἀλλὰ καὶ αὐτὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν γέγονεν ἐν μέσῳ τῶν μαθητῶν αὐτοῦ οὐχ ὡς ἀνακείμενος, ἀλλʼ ὡς ὁ διακονῶν, δουλεύων καὶ νίπτων τοὺς πόδας αὐτῶν. Καὶ οὐδέπου ταῦτα φόβῳ θεμιτὸν αὐτὸν πεποιηκέναι· σαφὲς γὰρ, ὅτι ἀγάπῃ τελεία ταῦτα αὐτῷ πέπρακται. Εἰ μὲν οὖν βασιλεῖς οἱ ἐν τοῖς πρὸ τούτων βασιλεῖς γῆς ὠνομασμένοι καὶ νῦν λέγονται, αὐτοῖς προστάττεσθαι δύναται τὸ δουλεῦσαι τῷ Κυρίῳ ἐν φόβῳ, ὡς δούλοις ἀρχῆθεν οὐ δυναμένοις χωρῆσαι τὸ πνεῦμα τῆς υἱοθεσίας. Καὶ τηρητέον ἐπʼ αὐτῶν τὸ, «ἐν φόβῳ, »ὃν ὁ φοβούμενος κόλασιν οὐκ ἔχει, καὶ οὐ τετελείωται. Καὶ τὰ ἀκόλουθα δὲ περὶ τοῦ, «Ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ, »νοητέον. Εἰ δὲ βασιλεῖς οἱ ἅγιοι καὶ κρίνοντες τὴν γῆν οἱ κατὰ τὴν διήγησιν ἑρμηνευθέντες, δυναμένων δουλεύειν καὶ τῶν υἱῶν τῷ Κυρίῳ, τὸν φόβον μεταληπτέον εἰς τὴν παρά τισιν εὐλάβειαν ὠνομασμένην, ἥτις οὐδαμῶς κόλασιν ἔχει. Ὅτι δὲ φόβος ὁ μὴ κόλασιν ἔχων ὠνόμασται ἐν τῇ Γραφῇ τελείου κατέρθωμα τυγχάνων, σαφὲς ἐκ τοῦ· «Οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. »Δόξομεν δὲ βιάζεσθαι, διὰ τὸ ἐπιφέρεσθαι τὸ «ἐν τρόμῳ. »Ἀλλὰ μήποτε οἱ μὲν τέλειοι βασιλεῖς τυγχάνουσιν, οἱ δὲ κἂν τῷ φόβῳ παιδαγωγούμενοι κριταὶ γῆς, ἐν οἷς προστάσσει ὁ Σωτὴρ ἀγαλλιᾷν μὴ ἀνειμένως, μηδὲ ἀπολελυμένως, ἵνα μὴ ἐκπέσωσιν εἰς χαύνωσιν καὶ οἴησιν, ἀλλʼ «ἐν τρόμῳ, »καὶ οἱονεὶ συνεσταλμένως, μετὰ τοῦ σκοπεῖν τὸ δύνασθαι πεσεῖν, εἰ καταλείποι ἡ ἐπισκοπὴ τὸν γενόμενον ἔν τινι ἀξίῳ τοῦ εὐλόγως ἐπαίρεσθαι. Τὸ δὲ «ἀγαλλιᾶσθαι »ἀπὸ τῆς συνηθείας ἐστὶ τὴς Γραφῆς· ὅπερ οἰόμεθα εἷναι χαρὰν ἐν τῇ ἐπινοίᾳ, ἔχουσαν τὴν τοῦ ἁγίου Πνεύματος εἰς τὴν ψυχὴν κοινωνίαν συγχαίροντος τῷ ἁγίῳ.