Ancient Greek
ΨΑΛΜΟΣ. Β΄.
Origen, Selecta in Psalmos [Dub.] 14
Not analysed yet
Δράξασθε παιδείας, μήποτε ὀργισθῇ κύριος, καὶ ἀπολεῖσθε ἐξ ὀδοῦ δικαίας, κ. τ. ἑ. Τὴν μὲν προκοπὴν (80) διὰ τοῦ, «παιδεύθητε, ,»παριστᾷ, τὴν δὲ τελείωσιν διὰ τοῦ, «δράξασθε παιδείας. »Τῷ δὲ ἐπιμελῶς παρατηροῦντι σαφές ἐστιν, ὅτι ἐνδέχεται τὸν ἀτελῆ ἐν παιδείᾳ καὶ μὴ προκόπτοντα ἔτι ὀργῆς Κυρίου μεταλαμβάνειν, τὸν δὲ τέλειον ἀδύνατον ταύτης μετέχειν. Εἰ γὰρ δράξασθαί τις παιδείας κελεύεται ὑπὲρ τοῦ μὴ ὀργισθῆναι αὐτῷ τὸν Κύριον, κἂν μετάσχοι τῆς ὀργῆς μὴ δραξάμενος τῆς παιδείας· ἐν προκοπῇ μέντοιγε τῆς παιδείας ὢν, τέλεον ἐλευθερούσης ἀπὸ τῶν ἐκ τῆς ὀργῆς ἐπερχομένων παθημάτων τῆς περιδράξεως τῆς παιδείας, οὐχὶ δὲ τῆς ἐπαγωγῆς καὶ τῆς ἀρχῆς τῆς κατὰ τὴν παιδείαν· πάντως γὰρ ὁ ἔτι παιδευόμενος ἀτελής ἐστιν, ἀτελὴς δὲ ὢν ὀργῆς δύναται πεῖραν λαβεῖν Θεοῦ. Ἀλλʼ ἐπεὶ οὕτε ἐν τῷ Ἑβραϊκῷ πρόσκειται, οὕτε ἐν ταῖς λοιπαῖς ἑρμηνείαις τὸ, «δικαίας, »ὑποπτεύομεν μήποτε ἢ κατʼ οἰκονομίαν προσέθηκαν τοῦτο, ἢ τὰ ἀντίγραφα ἡμάρτηται. Κατʼ οἰκονομίαν μὲν, ἵνʼ οὕτως νοήσωμεν· Ἐὰν μὴ δράξησθε παιδείας, ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας, καὶ ἐκπεσεῖσθε αὐτῆς, ὀργισθέντος ὑμῖν τοῦ Κυρίου· ἀλλʼ ὡς πρὸς τὸ ἀκριβὲς, εἰ παιδευτική ἐστιν ἡ ὀργὴ τοῦ Θεοῦ, πῶς, διὰ τὸ ὠργίσθαι Κύριον, ἀπολεῖταί τις ἐξ ὁδοῦ δικαίας; Οὐ πάντως δὲ διὰ τὴν ὀργὴν ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας, ἀλλὰ τοῦτο ἕψεται ὑμῖν διὰ τὰ ἁμαρτήματα. Ἐὰν μὴ ᾗ κείμενον τὸ, «δικαίας, »ἐπεὶ οἱ μὴ δραξάμενοι παιδείας πάντως εἰσὶν ἐν ὁδῷ οὐκ ἀγαθῇ, δύναται λεληθότως λέγεσθαι, ὅτι μὴ δρασσομένων ὑμῶν παιδείας ὀργισθήσεται Κύριος, ἐκ τοῦ ἀπολέσθαι ὑμᾶς ἐκ τῆς ὀδοῦ ἐν ᾗ διατρίβετε, ἵνα μηκέτι ὑπάρχητε ἐν αὐτῇ.