Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΜΗ΄.
Origen, Selecta in Psalmos [Dub.] 13-12
Not analysed yet
Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, κ. τ. ἑ. Ὁ μὴ συνιεὶς (88) ἄνθρωπος ἐν τιμῇ ὤν ἑαυτὸν παρασυνεβλήθη τοῖς κτήνεσι, καὶ ὡμοιώθη αὐτοῖς, ἕσθ ὅτε καὶ τοῖς τούτων διαφέρουσιν. Ἑκάστῳ δἰ ὧν πράττει ὁμοιοῦται τῷ τινι ἑαυτόν. Καλὸν δὲ τὸ ὁμοιοῦσθαι Θεῷ. «Αὕτη ἡ ὀδὸς αὐτῶν σκάνδαλον αὐτοῖς· »ἄφρονος δηλαδὴ καὶ ἄνου ἡ ὁδός. καὶ Χριστὸς σκάνδαλόν ἐστι, πέτρα ῶν σνανδά. «Ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν. »Τὸ χρηστὸν οἷμαι δηλοῦσθαι τέλος ἄφρονος καὶ ἄνου.