Ancient Greek · ~3 min
14 to 16
Origen, Selecta in Psalmos [Dub.] 14-8-16
Not analysed yet
Καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν, κ. τ. ἑ. Ἐλπὶς ἀγαθὴ (89) τὸ μετὰ ταῦτα αὐτοὺς εὐδοκῆσαι. Ὡς πρόδατα ἐν ᾅδῃ ἔθεντο· θανατὸς ποιμανεῖ αὐτοὺς, κ. τ. ἑ. Θάνατος ποιμανεῖ (90) τὸν ἄφρονα καὶ τὸν ἄνουν· ἢ μᾶλλον τὸν μὴ συνιέντα ἄνθρωπον τὴν ἑαυτοῦ τιμήν. Σαφῶς δὲ ὁ εἰπὼν, «Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, »καὶ ταῦτα λέγει τὸ, «Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου, »καὶ τὰ ἐξῆς. Τοῦ αὐτοῦ. Ἀγγέλους μὲν (91) ποιμαίνει ζωὴ. ἀνθρώπους δὲ θάνατος καὶ ζωὴ, δαίμονας δὲ μόνον θάνατος. «Καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ. »Ἔσονται γὰρ ἐπάνω πέντε πόλεων, καὶ δέκα πόλεων οἱ εὐθεῖς, ἐν τῷ μέλλοντι. Καὶ Σολομὼν δὲ ἐν Παροιμίαις τὸ αὐτὸ τοῦτό φησι· «Σπεύδει γὰρ πλουτεῖν ἀνὴρ βάσκανος, καὶ οὐκ οἶδεν, ὅτι ἐλεήμων κρατήσει αὐτοῦ. »