Ancient Greek · ~3 min
14 to 18
Origen, Selecta in Psalmos [Dub.] 14-10-18
Not analysed yet
Ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ ἐρχομένῃ, κ. τ. ἑ. Βραχίων (50) τοῦ Θεοῦ ὁ Χριστός. Ὁ Θεὸς, ἕως ὑψίστων ἂ ἐποίησας μεγαλεῖα, κ. τ. ἑ. «Εἰρηνοποιήσας (51) διὰ τοῦ αἵματος αὐτοῦ τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς. »Ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με, κ. τ. ἑ. Σαφῶς (52) περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ταῦτα εἴρηται. Τοῦ αὐτοῦ. Ἄβυσσον νῦν (53) ὠνόμασε τὸ χωρίον τῶν καταχθονίων δαιμόνων. Εἰσὶ δέ τινες οἳ καὶ αὐτοὺς τοὺς δαίμονας ἀβύσσους λέγουσι διὰ τὸ ἀπέραντον τῆς κακίας αὐτῶν. Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν σου, κ. τ. ἑ. Σκεῦος ψαλμοῦ (54) ψυχὴ καθαρά.