Ancient Greek · ~3 min
1 to 4
Origen, Selecta in Psalmos [Dub.] 1-70-4
Not analysed yet
Εἰς Σαλομὼν, κ. τ. ἑ. Εἰς Σαλομὼν (55) τὸν υἱὸν Δαυΐδ· «Βἱβλος γὰρ γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυῒδ. »Σαλομὼν γὰρ ἑρμηνεύεται εἰρηνικός· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν. Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, κοὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλάως, κ. τ. ἑ. Βασιλεὺς Χριστὸς (56), βασιλέως Θεοῦ Υἱός· διὸ δὴ αὐτὸς βασιλεύει, ἕως πάντες οἱ ἐχθροὶ ὑποταγῶσιν αὐτῷ. Εἶτα παραδώσει τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Κρίνειν τόν λαόν σου ἐν δικειοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει, κ. τ. ἑ. Οὐ πάντες (57) οἱ πτωχοὶ τοῦ Θεοῦ εἰσιν, ἀλλʼ οἱ διὰ τὸ παρεῖναι τῷ Ἰησοῦ μακαριζόμενοι ὑπʼ αὐτοῦ. Ἀναλαβέτω τὰ ὄρη εἰρήνην, κ. τ. ἑ. «Μακάριοι γὰρ (58) οἱ εἰρηνοποιοί. »