Ancient Greek · ~5 min
ΨΑΛΜΟΣ. Δ΄.
Origen, Selecta in Psalmos [Dub.] 14-2
Not analysed yet
Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι, καὶ ὑπνώσω· ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπʼ ἐλπίδ κατῴκισάς με, κ. τ. ἐ. Ἐὰν μὲν ἐκ προσώπου (17 τοῦ Χριστοῦ ὁ ψαλμὸς ἀπαγγέλληται κατὰ τὴν διδομένην αὐτῷ μεγαλειότητα ἀπὸ τοῦ Πατρὸς ἀπα ρἁβλητον οὖσαν, ὥστε μηδένα δύνασθαι τοῦ παντὸς τοῦ μεγέθους αὐτοῦ μεταλαβεῖν, ἀκολούθως φησὶ τὸ, «Κατ μόνας κατῴκισάς με. »Εἰ δὲ ἐκ προσώπου τοῦ προφήτου, οἶμαι δηλοῦσθαι τὸ σπάνιον τοῦ ἀγιασμοῦ καὶ μάλιστα ἐν γενεαῖς ἁμαρτωλῶν, ὁποῖον ἦν τὸ ἐ ταῖς ἡμέραις Ἡλίου λέγοντος· «Κύριε, τοὺς προφή τας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου καττέσκαψαν καὶ ἐγὼ ὑπελήφθην μόνος. »Τάχα δὲ καὶ ὁ λαμβάνων τὸ βραβεῖον, καὶ ὑπὲρ τοὺς κατὰ τὴν ἑαυτω γενεὰν γενόμενος, ἐρεῖ τὴν λέξιν ταύτην τοῦ ψαλ μοῦ. Τὸ δὲ, «ἐπʼ ἐλπίδι, »ἐὰν μὲν ὁ Σωτὴρ λέγ κατὰ τὴν οἰκονομίαν, οὐ θαυμαστὸν ἐλπίζοντα αὐτὸ τὴν ἰδίαν ἀποκατάστασιν λέγειν ἐπʼ ἐλπίδι κατῳ κίσθαι ὑπὸ τοῦ Θεοῦ, κατὰ τὸ, «Δόξασόν με, Πάτερ »τῇ δόξᾳ ἢ εἶχον πρὸ τοῦ κόσμον εἶναι παρὰ σοί. »Δύναται μέντοιγε «κατὰ μόνας »λέγεσθαι ὑπὸ Σε̣? τῆρος διὰ τὸν καιρὸν ὅν πάντες ἐσκανδαλίσθησαν μαθητπὶ αὐτοῦ καταλιπόντες αὐτόν. Σαφὲς δὲ, κᾶν Προφήτης λέγη τις, τὸ, «ἐπʼ ἐλπίδι, »παντὸς ἁίυ διὰ τὴν ἀγάπην πάντα ἐλπίζοντος.