Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ. Δ΄.
Origen, Selecta in Psalmos [Dub.] 13-2
Not analysed yet
Ἀπὸ καρποῦ σίτου, οἴνου, καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν, κ. τ. ἑ. Ἐν τῷ Ἑβραικῷ (16. ἀπὸ καιροῦ, »εἶχε. Καὶ οἱ Ἑβδομήκοντα δὲ οὕτω τεθείκασιν, ὡς τῆς ὅλης λέξεως εἶναι τὸν νοῦν τοιοῦ τον· Ἐν τῷ καιρῷ τῶν θεριζομένων σπερμάτων σίτου καὶ κριθῆς, καὶ τῶν ὀσπρίων πάντων τούτων. ἐπληθύνθησαν. Οἱ ἐν τῷ καιρῷ τὸ σιτομέτριον λαμβνοντες ἀπὸ καιροῦ σίτου ἐπληθύνθησαν, διὰ τὴ εὔκαιρον εἰς πληθυσμὸν ὠφελούμενοι. Ὁμοίως δʼ καὶ περὶ οἴνου τοῦ εὐφραίνοντος καρδίαν ἀνθρώπου διαλεκτέον.