Ancient Greek · ~1 min
ΨΑΛΜΟΣ. Β΄.
Origen, Selecta in Psalmos [Dub.] 16
Not analysed yet
Μακάριοι πάντες οἱ πεποιθότες ἐπʼ αὐτῷ, κ. τ. ἑ. Κατακουστέον τοῦ, «πεποιθότες, »πίστιν ἐμφαίνοντος μετʼ ἐλτίδος ἀνυπόπτου βεβαιοτάτην, καὶ ἑδραίαν, καὶ ἄσειστον, οὐδὲ ἐν τοῖς δοκοῦσι χαλεπωτάτοις καιροῖς τοῦ πεποιθότος ἀπογινώσκοντος τὴν τοῦ Κυρίου εἰς αὐτὸν παρουσίαν, οὐδενὸς παρέλκοντος αὐτόν.