Ancient Greek · ~10 min
ΨΑΛΜΟΣ Γ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-4
Not analysed yet
Ψαλμὸς τῷ Δαυῒδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ, κ. τ. ἑ. Δοκεῖ ὁ ψαλμὸς (82) εἰρῆσθαι τῷ Δαυῒδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ, Ὅλα δὲ τὰ ἐν τῷ ψαλμῷ σῶσαι πρὸς τὴν ἱστορίαν οὐ δυνατόν· τί γὰρ συμβάλλεται πρὸς τὸ προκείμενον· «Ἐγὼ ἐκοιμήθην, καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου; »Καὶ εἰ βούλοιτο δέ τις δουλεύειν τῇ λέξει, πλέον αὐτῆς μηδὲν ἐπιζητῶν, παραστησάτω πῶς ἀληθεύει λέγων ὁ Προφήτης· «Ὀδόντας ἁμαρτωλῶν συνέτριψας. »Δεῖ δὲ ζητῆσαι τίς ὁ Δαυῒδ, καὶ τίς ὁ Ἀβεσσαλὼμ. καὶ ἡ ἐπίθεσις αὐτοῦ ἡ κατὰ τοῦ πατρὸς, ἥ τε φυγὴ τοῦ βασιλέως πράως φέροντος τὴν ἐπανάστασιν τοῦ τῆς βασιλείας αὐτοῦ ἐπιθυμήσαντος υἱοῦ, καὶ ἐντελλομένου τοῖς ὑπʼ αὐτὸν φείσασθαι τοῦ παιδαρίου Ἀβεσσαλώμ. Πολλαχοῦ τῆς Γραφῆς εὕρομεν Δαυῒδ εἶναι τὸν Χριστὸν, ὥσπερ ἐν τῷ ὀγδοηκοστῷ ὀγδόῳ ψαλμῷ· «Εὗρον Δαυῒδ τὸν δοῦλόν μου· ἐν ἐλαίῳ ἁγίῳ ἔχρισα αὐτόν· ἡ γὰρ χείρ μου ἀντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου ἀντισχύσει αὐτόν. Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἰὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν. Καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετʼ αὐτοῦ· καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ, καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σὺ, κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ. Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. »Καὶ ἐν τῷ Ἡσαῒᾳ λέγοντι· «Καὶ διορθωθήσεται μετʼ ἐλέους θρόνος, καὶ καθιεῖται ἐπʼ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυῒδ κρίνων καὶ ἐκζητῶν κρῖμα καὶ σπεύδων δικαιοσύνην. »Περσβύτερος δὲ πολλῷ γενόμενος τῷ χρόνῳ Ἡσαΐᾳ ὁ Δαυῒδ ὁ ἄνθρωπος, οὐχὶ προφητεύεται κρίνειν μέλλων, ἀλλʼ ὁ Χριστὸς ᾧ ἔδωκεν ὁ Πατὴρ «κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστί. »Καὶ ἐν τῷ Ἰεζεκιὴλ σαφῶς ὁ Χριστὸς Δαυῒδ εἶναι λέγεται ἐν τῇ ὁράσει τῇ πρὸς τοὺς ποιμένας οὓς ψέγει ὁ λόγος ἐπὶ τῷ μὴ καλῶς ᾠκονομηκέναι τὰ πρόβατα. Ἐξῆς δὲ ἴδωμεν τίς ὁ Ἀβεσσαλὼμ ὁ υἱὸς τοῦ Δαυΐδ. Καὶ οἱ μὲν οἰήσονται αὐτὸν εἶναι εἰκόνα τοῦ προδότου Ἰούδα, οἱ δὲ τοῦ διαβόλου. Μελίτων γοῦν ὁ ἐν τῇ Ἀσίᾳ φησὶν αὐτὸν εἶναι τύπον τοῦ διαβόλου ἐπαναστάντος τῇ Χριστοῦ βασιλείᾳ, καὶ τούτου μόνου μνησθεὶς οὐκ ἐπεξηργά- σατο τὸν τόπον.