Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΞΕ΄.
Origen, Selecta in Psalmos [Dub.] 16-4
Not analysed yet
Ὁλοκαυτώματα μεμυαλωμένα, κ. τ. ἑ. Εἰ εὐχὴ (62), «τὸ ὁλοκαύτωμά σου πιανάτω· »ἀκολούθως αὐτῇ ἐροῦμεν τὸ, «ὁλοκαυτώματα μεμυαλωμένα· »ὃ τυγχάνει, ὅτε μὴ ἄλλου τυγχάνει, ἀλλὰ τῷ Θεῷ ἀναφέρεται καθʼ ὄν τρόπον δεῖ τὸ θυμίαμα ἐνώπιον αὐτοῦ. Καὶ μετὰ κριῶν δὲ ἡ προσευχὴ γίνεται ἤτοι ἡ προσφορά. Εἰσὶ δὲ κριοὶ κινήσεις καὶ ὀρμαὶ, ἀπὸ τοῦ θυμικοῦ τῆς ψυχῆς τὴν ἀρχὴν ἔχουσαι. Μετὰ δὲ τῶν εἰρημένων καὶ βόας, φησὶ, μετὰ χιμάρων ἀνοίσιο· ἱερουργοῦντος τάχα γοῦν τοῦ προσάγοντος θυσίαν ζῶσαν τῷ Θοῷ τὸ ἴδιον σῶμα. Ἀναλογεῖ γὰρ τῷ σώματι γεωπόνον ὑπάρχον τὸ ζῶον, ἔχον τὴν πλάσιν ἐκ γῆς. Χίμαροι δὲ μετανοίας ἔργα· περὶ γὰρ ἁμαρτίας προσεφέροντο.