Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΜΗ΄.
Origen, Selecta in Psalmos [Dub.] 17-5
Not analysed yet
Μὴ φόβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, κ. τ. ἑ. Τοῖς τοῦτον (92) πλουτοῦσιν οὐαί· οὐ γὰρ λήψεταί τις ἀποθνήσκων αὐτόν. «Οὐδὲ συγκαταβήσεται αὐτῷ δόξα τοῦ οἴκου αὐτοῦ. »Ταύτην ζητοῦσι τὴν δόξαν οἱ μὴ πιστεύοντες, οὐ συγκαταβησομένην αὐτοῖς. Ὁ ἀποθνήσκων οὐ λήψεται τὴν πληθυνομένην δόξαν τοῦ οἴκου αὐτοῦ· ἀλλὰ καὶ τῷ μὲν ἀναβαίνοντι ἐναρέτῳ συναναβήσεται ἡ δόξα αὐτοῦ, ἤγουν ἡ ἀρετή· τῷ δὲ καταβαίνοντι συγκαταβήσεται. Καὶ τοῦ ἁγίου δὲ ψυχὴ ἐν τῇ ζωῇ αὐτοῦ, ἥτις ἐστὶν ὁ Χριστὸς, εὐλογηθήσεται. Ὅστις ἅγιος τῷ Θεῷ ἐξομολογήσεται, ἀγαθοποιοῦντι αὐτόν.